previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χαριλάου


Χάριλλος ἐρωτηθεὶς διὰ τί τοὺς νόμους Λυκοῦργος οὕτως ὀλίγους ἔθηκεν, ‘ὅτιἔφητοῖς ὀλίγα λέγουσιν ὀλίγων καὶ νόμων ἐστὶ χρεία,’


πυνθανομένου δέ τινος διὰ τί τὰς μὲν κόρας ἀκαλύπτους, τὰς δὲ γυναῖκας ἐγκεκαλυμμένας εἰς τοὐμφανὲς ἄγουσιν, ‘ὅτιἔφητὰς μὲν κόρας ἄνδρας εὑρεῖν δεῖ, τὰς δὲ γυναῖκας σῴζειν τοὺς ἔχοντας.’


τῶν δὲ εἱλώτων τινὸς θρασύτερον αὐτῷ προσφερομένου, ‘εἰ μὴ ὠργιζόμηνεἶπεκατέκτανον ἄν σε.’


ἐρωτήσαντος δέ τινος αὐτὸν τίνα νομίζει πολιτείαν ἀρίστην, ἔφηἐν ἂν περὶ ἀρετῆς πλεῖστοι πολιτευόμενοι πρὸς ἀλλήλους ἄνευ στάσεως ἀγωνίζεσθαι θέλωσι. ’


πυνθανομένου δέ τινος διὰ τί πάντα τὰ τῶν θεῶν ξόανα μεθ᾽ ὅπλων ἵδρυται παρ᾽ αὐτοῖς, ‘ὅπωςἔφημήτε τὰ κατὰ τῶν ἀνθρώπων ὀνείδη λεγόμενα διὰ τὴν δειλίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρωμεν, μήτε οἱ νέοι ἄοπλοι τοῖς θεοῖς εὔχωνται. ’


πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν ὅτιτῶν κόσμων φυσικὸς καὶ ἀδάπανος οὗτός ἐστι. [p. 169]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load focus Greek (Frank Cole Babbitt, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: