Ἄγιδος τοῦ νεωτέρου
Ἆγις ὁ νεώτερος, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυματοποιοί, ‘καὶ μήν’ ἔφη ‘οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται.’
πρὸς δὲ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιάτης ‘ὁ σοὶ 1 ἀνομοιότατος;.’