Πλειστάρχου
Πλείσταρχος ὁ Λεωνίδου 1 πρὸς τὸν ἐπερωτήσαντα, διὰ τίνα αἰτίαν οὐκ ἀπὸ τῶν πρώτων βασιλέων προσαγορεύονται, ‘ὅτι’ ἔφη ‘ἐκεῖνοι μὲν 2 ἄγειν ἢ βασιλεύειν ἔχρῃζον, οἱ δ᾽ ἐκείνων ὕστεροι οὐδαμῶς.’
Συνηγόρου δέ τινος γελοῖα λέγοντος, ‘οὐ φυλάξῃ ὦ ξένε’ ἔφη ‘συνεχῶς γελοιάζων, ὅπως μὴ γελοῖος γένῃ, ὥσπερ καὶ οἱ συνεχῶς παλαίοντες παλαισταί;’
πρὸς δὲ τὸν ἀηδόνα μιμούμενον ‘ἥδιον’ ἔφη ‘ὦ ξένε αὐτῆς ἄκουσα τῆς ἀηδόνος. ’
λέγοντος δέ τινος, ὅτι κακολόγος τις αὐτὸν ἐπῄνει ‘θαυμάζω’ ἔφη ‘εἰ μή τις αὐτῷ εἶπεν ὅτι ἀπέθανον: ζῶντα γὰρ ἐκεῖνος οὐδένα καλῶς λέξαι δύναται.’