Νικάνδρου
Νίκανδρος, εἰπόντος τινὸς ὅτι κακῶς αὐτὸν λέγουσιν Ἀργεῖοι, ‘οὐκοῦν’ ἔφη ‘δίκην τίνουσι τοὺς ἀγαθοὺς κακῶς λέγοντες. [p. 162] ’
πυθομένου δέ τινος διὰ τί κομῶσι καὶ πωγωνοτροφοῦσιν, ‘ὅτι’ ἔφη ‘πάντων κάλλιστος καὶ ἀδαπανώτατος ἀνδρὶ ὁ ἴδιος κόσμος.’
τῶν Ἀθηναίων δὲ εἰπόντος τινὸς ‘λίαν ἀντέχεσθε, ὦ Νίκανδρε, τοῦ σχολάζειν’, ‘ἀληθίζῃ’ ἔφη ‘ἀλλ᾽ οὐχ ὥσπερ ὑμεῖς ὅπως τύχοι 1 σπουδάζομεν.’