previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Καλλικράτιδος


Καλλικρατίδας ναύαρχος, τῶν Λυσάνδρου φίλων ἀξιούντων ἐπιτρέψαι αὐτοῖς ἕνα τινὰ τῶν ἐχθρῶν ἀνελεῖν καὶ λαβεῖν πεντήκοντα τάλαντα, καίτοι σφόδρα δεόμενος χρημάτων εἰς ὀψώνια τοῖς ναύταις οὐ συνεχώρησε. Κλέανδρος δὲ σύμβουλος ὤνἀλλ᾽ ἔγωγ᾽ ἂν ἔλαβονεἶπενεἰ σὺ ἤμην:’ ‘καὶ γὰρ αὐτόςεἶπενεἰ σὺ ἦν.’


παραγενόμενος δὲ πρὸς Κῦρον τὸν νεώτερον εἰς Σάρδεις, σύμμαχον ὄντα Λακεδαιμονίοις, ἐπὶ χρήματα τῷ ναυτικῷ, τῇ μὲν πρώτῃ ἡμέρᾳ ἐκέλευσεν εἰσαγγεῖλαι ὅτι βούλεται Κύρῳ ἐντυχεῖν ὡς δ᾽ ἤκουσε πίνειν, ‘προσμενῶεἶπενἕως ἂν πίῃ.’ καὶ τότε μὲν ἀπηλλάγη, ὡς ἔγνω οὐχ οἷόν τε εἶναι συμβαλεῖν αὐτῷ ἐκείνῃ τῇ ἡμέρᾳ, δόξας ἀγροικότερος εἶναι. τῇ δ᾽ ἐχομένῃ, ὡς πάλιν αὐτὸν πίνειν ἤκουσε καὶ οὐ προϊόντα, φήσαςοὐχ 1 οὕτω σπουδαστέον χρήματα λαβεῖν ὡς μηδὲν ἀνάξιον τῆς Σπάρτης ποιεῖν,’ ἀπηλλάγη εἰς Ἔφεσον, πολλὰ μὲν ἐπαρώμενος κακὰ τοῖς πρώτοις ἐντρυφηθεῖσιν ὑπὸ βαρβάρων καὶ διδάξασιν αὐτοὺς ὑβρίζειν διὰ πλοῦτον: ὤμνυε 2 δὲ 3 πρὸς τοὺς παρόντας ὡς, ὅταν πρῶτον εἰς Σπάρτην παραγένηται, πάντα ποιήσει 4 ὑπὲρ τοῦ διαλλάξαι τοὺς Ἕλληνας, ὡς φοβερώτεροι τοῖς βαρβάροις εἶεν καὶ παύσαιντο τῆς ἐκείνων ἐπ᾽ ἀλλήλους δεόμενοι δυνάμεως.


ἐρωτηθεὶς δὲ ὁποῖοι ἄνδρες εἰσὶν οἱ Ἴωνες, ‘ἐλεύθεροι μέν᾽ἔφη κακοί, δοῦλοι δὲ ἀγαθοί. [p. 141]


τοῦ δὲ Κύρου τὸν μισθὸν προπέμψαντος τοῖς στρατιώταις καὶ ξένια αὐτῷ, μόνον ἔλαβε τὸν μισθὸν τὰ δὲ ξένια ἀνέπεμψε, φήσας μὴ δεῖν φιλίαν αὐτῷ ἰδίαν πρὸς αὐτὸν εἶναι, ἀλλὰ τὴν κοινὴν πρὸς ἅπαντας Λακεδαιμονίους γεγονυῖαν καὶ αὐτῷ ὑπάρχειν.


μέλλων δὲ περὶ τὰς Ἀργινούσας ναυμαχεῖν, Ἕρμωνος τοῦ κυβερνήτου εἰπόντος ὅτι καλῶς ἔχει ἀποπλεῦσαι, αἱ γὰρ τριήρεις τῶν Ἀθηναίων πολλῷ πλείους εἰσίν, εἶπεκαὶ τί τοῦτο; ἀλλὰ φεύγειν αἰσχρὸν καὶ βλαβερὸν τῇ Σπάρτῃ: μένοντα δὲ ἀποθανεῖν νικᾶν ἄριστον.’


Προθυσάμενος δέ, ὡς ἤκουσε τοῦ μάντεως σημαίνεσθαι διὰ τῶν ἐμπύρων τῷ μὲν στρατῷ νίκην τῷ δὲ στρατηγοῦντι θάνατον , οὐδὲν καταπλαγεὶς εἶπενοὐ παρ᾽ ἕνα τὰ Σπάρτας: 5 ἀποθανόντος; γάρ μου οὐδὲν πατρὶς ἐλαττωθήσεται: εἴξαντος δὲ τοῖς πολεμίοις, ἐλαττωθήσεται.’ ἀποδείξας οὖν ἀνθ᾽ ἑαυτοῦ Κλέανδρον ἡγεμόνα ὥρμησεν ἐπὶ τὴν ναυμαχίαν, καὶ μαχόμενος ἐτελεύτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load focus Greek (Frank Cole Babbitt, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: