Ἀρίστωνος
ἀρίστων, ἐπαινοῦντός τινος τὴν τοῦ Κλεομένους χρείαν, ὅτι ἐρωτηθεὶς; τί δεῖ τὸν ἀγαθὸν βασιλέα ποιεῖν εἶπε τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δὲ ἐχθροὺς κακῶς ποιεῖν: ‘καὶ πόσῳ κρεῖσσον’ ἔφη ‘ὦ λῷστε, τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δὲ ἐχθροὺς φίλους ποιεῖν;᾽’ αὕτη Σωκράτους ὁμολογουμένη πρὸς πάντων χρεία οὖσα καὶ εἰς αὐτὸν ἀναφέρεται.
πυνθανομένου δέ τινος πόσοι Σπαρτιᾶται τὸ πλῆθος, ‘ὅσοι ἱκανοί’ εἶπε ‘τοὺς ἐχθροὺς ἀπερύκειν.’
τῶν Ἀθηναίων δέ τινος; ἔπαινον ἐπιτάφιον ἀναγινώσκοντος τῶν πεσόντων ὑπὸ Λακεδαιμονίων, ‘ποδαποὺς οὖν’ ἔφη ‘τοὺς ἡμετέρους νομίζεις εἶναι νικήσαντας τούτους;’ [p. 128]