Δερκυλλίδου
Δερκυλλίδας, Πύρρου τὴν στρατιὰν ἐπὶ τῆς Σπαρτιάτιδος ἔχοντος, πεμφθεὶς πρὸς αὐτὸν πρεσβευτής, [p. 133] τοῦ Πύρρου προστάττοντος καταδέχεσθαι τὸν βασιλέα αὐτῶν Κλεώνυμον ἢ γνώσεσθαι ὡς οὐδενὸς τῶν ἄλλων ἀνδρειότεροι τυγχάνουσιν, ὑποτυχὼν εἶπεν ‘εἰ μὲν θεός ἐστιν, οὐ φοβούμεθα τοῦτον: οὐδὲν γὰρ ἀδικοῦμεν: εἰ δὲ ἄνθρωπος, οὐχ ἡμῶν γε κρείσσων.’