previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀγίδος τοῦ Ἀρχιδάμου


Ἆγις Ἀρχιδάμου, τῶν ἐφόρων ποτὲ εἰπόντωνβάδιζε τοὺς ἡβῶντας ἔχων ἐπὶ τὴν τούτου πατρίδα: ἡγήσεται δέ σοι αὐτὸς οὗτος; ἐπὶ τὴν ἀκρόπολιν’, ‘καὶ πῶςεἶπεκαλῶς ἔχον ἐστίν, ἔφοροι, τοσούτους νέους πιστεύειν τῷ τὴν ἑαυτοῦ πατρίδα προδιδόντι[p. 120]


ἐρωτηθεὶς δὲ τί μάλιστα μάθημα ἐν Σπάρτῃ ἀσκεῖταιτὸ γινώσκεινεἶπενἄρχειν τε καὶ ἄρχεσθαι.’


οὐκ ἔφη δὲ τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσὶν οἱ πολέμιοι, ἀλλὰ ποῦ εἰσίν.


ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπενἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον.’


πυνθανομένου δέ τινος πόσοι εἰσὶν οἱ Λακεδαιμόνιοι, ‘ὅσοι ἱκανοίεἶπετοὺς κακοὺς ἀπερύκειν.’


διερχόμενος δὲ τὰ τῶν Κορινθίων τείχη καὶ θεασάμενος ὑψηλά τε καὶ ὀχυρὰ ἐπὶ πολύ τε παρατείνοντα, ‘τίνεςεἶπεναἳ τὸν τόπον κατοικοῦσι γυναῖκες;’


σοφιστοῦ δέ τινος εἰπόντοςπάντων λόγος ἐστὶ κράτιστον’, ‘οὐκοῦνἔφησὺ ἐὰν σιωπᾷς οὐδενὸς ἄξιος εἶ.’


ὡς δὲ Ἀργεῖοι μετὰ τὴν ἧτταν ἀπήντων αὐτῷ πάλιν θρασύτερον, ταρασσομένους ὁρῶν τοὺς συμμάχουςθαρρεῖτεεἶπεν ἄνδρες: ὅπου γὰρ ἡμεῖς οἱ νικῶντες; ὀρρωδοῦμεν, τί δοκεῖτε ποιεῖν τοὺς ὑφ᾽ ἡμῶν νενικημένους;’


πρὸς δὲ τὸν ἐκ τῶν Ἀβδήρων πρεσβευτήν, ὅτε κατεπαύσατο πολλὰ εἰπών, ἐρωτῶντα τί τοῖς πολίταις ἀπαγγείλῃ, ‘ὅτιἔφηὅσον σὺ χρόνον λέγειν ἔχρῃζες, τοσοῦτον ἐγὼ σιωπῶν ἤκουον.’


ἐπαινούντων δέ τινων Ἠλείους, ὅτι δικαιότατοί εἰσι περὶ τὸν ἀγῶνα τῶν Ὀλυμπίων, ‘καὶ τί [p. 121] μέγαεἶπεν θαυμαστὸν ποιοῦσιν, εἰ ἐν ἔτεσι πέντε μιᾷ μόνον ἡμέρᾳ δικαιοσύνῃ χρῶνται;’


πρὸς δὲ τοὺς φάσκοντας ὅτι φθονοῦσί τινες αὐτῷ τῶν ἐκ τῆς ἑτέρας οἰκίας, ‘οὐκοῦνἔφητὰ ἴδια αὐτοὺς κακὰ λυπήσει, καὶ πρὸς τούτοις τά τε ἐμὰ καὶ τὰ τῶν ἐμῶν φίλων ἀγαθά.’


συμβουλεύοντος δέ τινος ὅτι δεῖ τοῖς φεύγουσι τῶν πολεμίων διδόναι δίοδον, ‘καὶ πῶςἔφητοῖς διὰ δειλίαν φεύγουσι μὴ μαχόμενοι τοῖς δι᾽ ἀνδρείαν μένουσι μαχεσόμεθα.’


προφερομένου 1 δέ τινος περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐκ ἀγεννῆ μέν, δυσχερῆ δὲ ἐπιτελεσθῆναι, ‘προσδέονταί σου ξένεἔφηοἱ λόγοι δυνάμεως; καὶ χρημάτων.’


λέγοντος δέ τινος ὅτι Φίλιππος αὐτοῖς ἀνεπίβατον τὴν Ἑλλάδα ποιήσει, ‘ἱκανὴ ἡμῖνἔφη ξένε ἐν τῇ ἰδίᾳ ἀναστροφή.’


πρεσβευτὴς ἐκ Περίνθου παραγενόμενος εἰς Λακεδαίμονα ἐμακρηγόρει: ὡς δὲ ἐπαύσατο λέγων καὶ ἠρώτα τὸν Ἆγιν τί δεῖ τοῖς Περινθίοις ἀπαγγεῖλαι, ‘τί δ᾽ ἄλλοἔφη ὅτι σὺ μὲν μόλις ἐπαύσω λέγων, ἐγὼ δὲ σιωπῶν;2


πρεσβεύων δὲ μόνος ἧκε πρὸς Φίλιππον: εἰπόντος; δ᾽ ἐκείνουτί τοῦτο; μόνος ἥκεις;ἔφηκαὶ γὰρ πρὸς ἕνα.’


φήσαντος δέ τινος τῶν πρεσβυτέρων πρὸς αὐτὸν γηραιὸν ὄντα, ἐπειδὴ τὰ ἀρχαῖα νόμιμα ἐκλυόμενα [p. 122] ἑώρα ἄλλα δὲ παρεισδυόμενα μοχθηρά, διότι τὰ ἄνω κάτω ἢδη γίνεται ἐν τῇ Σπάρτῃ, παίζων εἶπεκατὰ λόγον οὕτω προβαίνει τὰ πράγματα, εἰ τοῦτο γίνεται: καὶ γὰρ ἐγὼ παῖς; ὢν ἤκουον παρὰ τοῦ πατρός, ὅτι τὰ ἄνω κάτω γέγονε παρ᾽ αὐτοῖς: ἔφη δὲ καὶ τὸν πατέρα αὐτῷ παιδὶ ὄντι τοῦτο εἰρηκέναι: ὥστε οὐ χρὴ θαυμάζειν, εἰ χείρω τὰ μετὰ ταῦτα τῶν προτέρων, ἀλλ᾽ εἴ που βελτίω καὶ παραπλήσια γένοιτο.’


ἐρωτηθεὶς δὲ πῶς ἄν τις ἐλεύθερος διαμένοι, ‘θανάτου καταφρονῶνἔφη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Frank Cole Babbitt, 1931)
load focus English (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: