Ἀστυκρατίδου
Ἀστυκρατίδας, εἰπόντος τινὸς αὐτῷ μετὰ τὸ ἡττηθῆναι Ἆγιν τὸν βασιλέα ἐν τῇ πρὸς Ἀντίπατρον 1 μάχῃ περὶ Μεγάλην πόλιν ‘τί ποιήσετε, ὦ Λακεδαιμόνιοι; ἦ δουλεύσετε Μακεδόσιν;᾽’ εἶπε ‘τί δέ; κωλῦσαι ἂν δύναιτο Ἀντίπατρος μαχομένους ἡμᾶς ἀποθανεῖν ὑπὲρ τῆς Σπάρτης;’