previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Βρασίδου


Βρασίδας ἐν ἰσχάσι συλλαβὼν μῦν καὶ δηχθεὶς ἀφῆκεν: εἶτα πρὸς τοὺς παρόνταςοὐδὲν οὕτωςἔφημικρόν ἐστιν, οὐ σῴζεται τολμῶν ἀμύνεσθαι τοὺς ἐπιχειροῦντας. ’


ἐν δέ τινι μάχῃ διὰ τῆς ἀσπίδος ἀκοντισθεὶς καὶ τὸ δόρυ τοῦ τραύματος ἐξελκύσας αὐτῷ τούτῳ τὸν πολέμιον ἀπέκτεινε 'καὶ πῶς ἐτρώθη ἐρωτηθεὶςπροδούσης μεἔφητῆς ἀσπίδος.’


ἐξελθὼν δὲ ἐπὶ πόλεμον ἔγραψε τοῖς; ἐφόροιςἅσσα δηλῶμαι πράξω κατὰ πόλεμον τεθναξοῦμαι.’


ἐπεὶ δὲ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα [p. 132] τοὺς ἐπὶ Θρᾴκης; Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακεδαίμονα πρέσβεις τῇ μητρὶ αὐτοῦ Ἀργιλεωνίδι προσῆλθον πρῶτον μὲν ἠρώτησεν εἰ καλῶς Βρασίδας ἐτελεύτησεν ἐγκωμιαζόντων δὲ τῶν Θρᾳκῶν καὶ λεγόντων ὡς οὐδεὶς ἄλλος ἐστὶ τοιοῦτος, ‘ἀγνοεῖτεεἶπεν ξένοι Βρασίδας γὰρ ἦν μὲν ἀνὴρ ἀγαθός, πολλοὺς δ᾽ ἐκείνου κρείσσονας ἔχει Σπάρτη.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus Greek (Frank Cole Babbitt, 1931)
load focus English (Frank Cole Babbitt, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: