previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Παυσανίας Πλειστώνακτος


Παυσανίας Πλειστώνακτος πρὸς τὸν ἐρωτήσαντα, διὰ τί τῶν ἀρχαίων νόμων οὐδένα κινεῖν ἔξεστι παρ᾽ αὐτοῖς, ‘ὅτι τοὺς: νόμουςἔφητῶν ἀνδρῶν, οὐ τοὺς ἄνδρας τῶν νόμων κυρίους εἶναι δεῖ. ’


ἐπαινοῦντος δὲ αὐτοῦ ἐν Τεγέᾳ μετὰ τὴν φυγὴν τοὺς Λακεδαιμονίους:, εἶπέ τις: ‘διὰ τί οὖν οὐκ ἔμενες ἐν Σπάρτῃ ἀλλ᾽ ἔφυγες;’ ‘ὅτι οὐδ᾽ οἱ [p. 164] ἰατροίἔφηπαρὰ τοῖς ὑγιαίνουσιν, ὅπου δὲ οἱ νοσοῦντες, διατρίβειν εἰώθασιν.’


πυνθανομένου δέ τινος αὐτοῦ, πῶς ἂν δυνηθεῖεν τοὺς Θρᾷκας νικῆσαι, ‘εἰ τὸν ἄριστονεἶπεστρατηγὸν καταστήσαιμεν. ’


ἰατροῦ δ᾽ ἐπισκεπτομένου αὐτὸν καὶ εἰπόντοςοὐδὲν κακὸν ἔχεις’, ‘οὐ γάρ σοὶἔφηἰατρῷ χρῶμαι.’


μεμφομένου δέ τινος αὐτὸν τῶν φίλων, διότι ἰατρόν τινα κακῶς λέγει, πεῖραν οὐκ ἔχων αὐτοῦ οὐδὲ ἀδικηθείς τι, ‘ὅτιεἶπενεἰ ἔλαβον αὐτοῦ πεῖραν οὐκ ἂν ἔζων.’


τοῦ δὲ ἰατροῦ εἰπόντος αὐτῷγέρων γέγονας’, ‘διότιεἶπενοὐκ ἐχρησάμην σοὶ ἰατρῷ.’


κράτιστον δέ᾽ ἔλεγε τοῦτον ἰατρὸν εἶναι, τὸν μὴ κατασήποντα τοὺς ἀρρωστοῦντας ἀλλὰ τάχιστα θάπτοντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load focus Greek (Frank Cole Babbitt, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: