Πανθοίδου
Πανθοίδας πρεσβεύων εἰς τὴν Ἀσίαν, ἐπιδεικνύντων αὐτῷ τεῖχος ἐχυρόν, εἶπε ‘νὴ τοὺς θεούς, ὦ ξένοι, καλὴ γυναικωνῖτις.’
ἐν Ἀκαδημείᾳ 1 δὲ τῶν φιλοσόφων διαλεγομένων πολλὰ καὶ σπουδαῖα, ἐπερωτώντων δὲ τὸν Πανθοίδαν μετὰ ταῦτα τί δοκοῦσιν αὐτῷ οἱ λόγοι οὗτοι εἶναι, ‘τί δ᾽ ἄλλο’ ἔφη ‘ἢ σπουδαῖοι; ὄφελος δ᾽ οὐδέν, μὴ χρωμένων ὑμῶν αὐτοῖς.’