Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀνερρήγνυντο 1 δ᾽ Ἰλλυριοί, καὶ τὰ Σκυθῶν ἐπῃωρεῖτο τοῖς προσοίκοις νεωτερίζουσι: 2 τὸ δὲ Περσικὸν χρυσίον διὰ τῶν ἑκασταχοῦ δημαγωγῶν ῥέον ἐκίνει τὴν Πελοπόννησον κενοὶ δ᾽ οἱ Φιλίππου θησαυροὶ χρημάτων, καὶ προσῆν ἔτι δάνειον, ὡς Ὀνησίκριτος ἱστορεῖ, διακοσίων ταλάντων. ἐν τοσαύτῃ πενίᾳ καὶ πράγμασι ταραχὰς 3 ἔχουσι μειράκιον ἄρτι τὴν παιδικὴν παραλλάττον ἡλικίαν ἐθάρρησεν ἐλπίσαι Βαβυλῶνα καὶ Σοῦσα, μᾶλλον δὲ τὴν πάντων ἀνθρώπων ἀρχὴν εἰς νοῦν ἐμβαλέσθαι, τοῖς τρισμυρίοις, οἴεσθαι, 4 πεζοῖς καὶ τετρακισχιλίοις ἱππεῦσι πιστεύσας: τοσοῦτοι γὰρ [p. 412] ἦσαν, ὡς Ἀριστόβουλός φησιν: ὡς δὲ Πτολεμαῖος
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.