Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δορυφόρων; ποιησάτω τούτοις ἡ Τύχη μέγαν Ἀριδαῖον, εἰ δύναται: ποιησάτω τούτοις μέγαν Ἄμασιν ἢ Ὦχον ἢ Ὀάρσην ἢ Τιγράνην τὸν Ἀρμένιον ἢ τὸν Βιθυνὸν Νικομήδην: ὧν ὁ μὲν τὸ διάδημα τοῖς Πομπηίου ποσὶν ὑπορρίψας αἰσχρῶς τὴν βασιλείαν ἀπέβαλε, λάφυρον γενομένην: Νικομήδης δὲ τὴν κεφαλὴν ξυράμενος καὶ πιλίον ἐπιθέμενος ἀπελεύθερον ἑαυτὸν Ῥωμαίων ἀνηγόρευσεν.
εἴπωμεν οὖν, ὅτι μικροὺς ἡ Τύχη καὶ περιδεεῖς ποιεῖ καὶ ταπεινόφρονας: ἀλλ᾽ οὐ δίκαιον οὔτε κακίαν εἰς ἀτυχίαν οὔτ᾽ ἀνδρείαν καὶ φρόνησιν εἰς εὐτυχίαν τινὰ τίθεσθαι. μέγα δὲ τῷ ἄρχειν Ἀλέξανδρον ἡ Τύχη καὶ γὰρ ἔνδοξος ἐν ἐκείνῳ καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.