Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γοῦν αἰσχρὸν οὐ πρόσεστιν. ἀλλ᾽ οὕτω δύσερις ἦν καὶ βάσκανος ἡ Τύχη καὶ φιλοβάρβαρος καὶ μισαλέξανδρος, ὥστε μὴ τὸ σῶμα μόνον αὐτοῦ μηδὲ τὸν βίον, ἀλλὰ καὶ τὴν δόξαν ἀνελεῖν ὅσον ἐφ᾽ ἑαυτῇ καὶ διαφθεῖραι τὴν εὔκλειαν. οὐ γὰρ παρ᾽ Εὐφράτην Ἀλέξανδρον ἢ Ὑδάσπην πεσόντα κεῖσθαι δεινὸν ἦν, οὐδ᾽ ἀγεννὲς ἐν χερσὶ Δαρείῳ 1 γενόμενον καὶ ἵπποις καὶ ξίφεσι καὶ κοπίσι Περσῶν [p. 452] ἀμυνομένων ὑπὲρ τοῦ βασιλέως ἀποθανεῖν: οὐδὲ τῶν Βαβυλῶνος ἐπιβαίνοντα τειχῶν σφαλῆναι καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.