Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τραχύτησι κρημνῶν ἢ θηρίων ἀλκαῖς ἀλλοφύλων; εἰ δὲ μὴ μέγ᾽ ἦν τὸ Ἀλεξάνδρου φρόνημα μηδ᾽ ἀπ᾽ ἀρετῆς ὁρμώμενον μεγάλης ἐξανέφερε 1 καὶ διηρείδετο πρὸς τὴν Τύχην, οὐκ ἂν ἔκαμε καὶ ἀπηγόρευσε παραταττόμενος ἐξοπλιζόμενος πολιορκῶν διώκων, ἐν 2 ἀποστάσεσι μυρίαις, ἀποτροπαῖς σκιρτήσεσιν ἐθνῶν, βασιλέων ἀφηνιασμοῖς, Βάκτρα Μαράκανδα Σογδιανούς, ἐν ἔθνεσιν ἀπίστοις καὶ ἐπιβούλοις ὕδραν τέμνων ἀεί τισι πολέμοις ἐπιβλαστάνουσαν;
ἄτοπόν τι δόξω λέγειν, ἐρῶ δ᾽ ἀληθές: παρὰ μικρὸν 3 διὰ τὴν Τύχην Ἀλέξανδρος ἀπώλεσε τὸ δοκεῖν Ἄμμωνος εἶναι. τίς γὰρ ἃν 4 ἐκ θεῶν γεγονὼς ἐπισφαλεῖς οὕτω καὶ πολυπόνους καὶ τλήμονας ἐξεμόχθησεν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.