Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸ δ᾽ ὅλον, εἰ μὲν καὶ Σόλων διὰ Τύχην ἐπολιτεύσατο καὶ Μιλτιάδης διὰ Τύχην ἐστρατήγησε καὶ Ἀριστείδης ἀπὸ Τύχης ἦν δίκαιος, οὐδὲν ἄρα τῆς Ἀρετῆς ἔργον ἐστίν, ἀλλ᾽ ὄνομα τοῦτο καὶ λόγος ἔχων δόξαν ἄλλως διέξεισι τοῦ βίου, πλαττόμενος ὑπὸ τῶν σοφιστῶν καὶ τῶν νομοθετῶν. εἰ δὲ τούτων καὶ τῶν ὁμοίων ἀνδρῶν ἕκαστος πένης μὲν ἢ πλούσιος ἢ ἀσθενὴς ἢ ἰσχυρὸς ἢ ἄμορφος ἢ καλὸς [p. 450] ἢ εὔγηρως ἢ ὠκύμορος διὰ τύχην γέγονε, μέγαν δὲ στρατηγὸν καὶ μέγαν νομοθέτην καὶ μέγαν ἐν ἀρχαῖς καὶ πολιτείαις ἕκαστος ἑαυτὸν ἀρετῇ καὶ λόγῳ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.