Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡμερώτερος; τίς μαχομένοις βαρύτερος ἢ δεομένοις εὐγνωμονέστερος; ἔπεισί μοι τὸ τοῦ Πώρου δεῦρο μετενεγκεῖν. ἐκεῖνος γὰρ ὡς ἤχθη πρὸς Ἀλέξανδρον, πυθομένου πῶς αὐτῷ χρήσηται, ‘βασιλικῶς’ εἶπεν ‘ὦ Ἀλέξανδρε.’ πάλιν δ᾽ ἐπερομένου ‘μή τι ἄλλο;᾽’ ‘οὐδέν’ εἶπε ‘πάντα γὰρ ἔνεστιν 1 ἐν τῷ [p. 424] βασιλικῶς.’ κἀμοὶ δὴ ταῖς Ἀλεξάνδρου πράξεσιν ἔπεισιν ἐπιφωνεῖν ἀεὶ ‘φιλοσόφως:’ ἐν τούτῳ γὰρ ᾇ πάντ᾽ ἔνεστι. Ῥωξάνης ἐρασθεὶς τῆς Ὀξυάθρου θυγατρὸς ἐν ταῖς αἰχμαλωτίσι 2 χορευούσης οὐχ ὕβρισεν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.