Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τέχνας πολλὰς καὶ φύσεις μεγάλας ὁ κατ᾽ Ἀλέξανδρον χρόνος ἐνεγκεῖν εὐτύχησεν ἢ τοῦτο μὲν οὐ τῆς Ἀλεξάνδρου τύχης γέγονεν ἀλλὰ τῆς ἐκείνων, μάρτυρα λαβεῖν καὶ θεατὴν τὸν ἄριστα κρῖναι τὸ κατορθούμενον καὶ μάλιστ᾽ ἀμείψασθαι δυνάμενον. λέγεται γοῦν, ὅτι χρόνοις ὕστερον, Ἀρχεστράτου γενομένου ποιητοῦ χαρίεντος ἐν δὲ πενίᾳ καὶ ἀδοξίᾳ διάγοντος, εἶπέ τις πρὸς αὐτόν ‘ἀλλ᾽ εἰ κατ᾽ Ἀλέξανδρον ἐγένου, κατὰ στίχον ἄν σοι Κύπρον ἢ Φοινίκην ἔδωκεν.’ οἶμαι δὲ καὶ τῶν τότε τεχνιτῶν οὐ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.