Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ βασιλεύς, τρισμύριοι πεζοὶ πεντακισχίλιοι δ᾽ ἱππεῖς: ὡς δ᾽ Ἀναξιμένης, τετρακισμύριοι πεζοὶ καὶ τρισχίλιοι, πεντακισχίλιοι δὲ καὶ πεντακόσιοι ἱππεῖς. τὸ δὲ λαμπρὸν αὐτῷ καὶ μέγα παρασκευασθὲν ὑπὸ τῆς Τύχης ἐφόδιον ἑβδομήκοντα τάλαντ᾽ ἦν, ὥς φησιν Ἀριστόβουλος: ὡς δὲ Δοῦρις, 1 τριάκοντα μόνον ἡμερῶν ἐπισιτισμός.
ἄβουλος οὖν καὶ προπετὴς Ἀλέξανδρος ἐξ εὐτελῶν οὕτως ἐπὶ τὴν τηλικαύτην δύναμιν ὁρμώμενος; οὐ μὲν οὖν. τίς γὰρ ἀπὸ μειζόνων ἢ καλλιόνων ἀφορμῶν ἀνήγετο, μεγαλοψυχίας, συνέσεως, σωφροσύνης, ἀνδραγαθίας, αἷς αὐτὸν ἐφωδίαζε φιλοσοφία
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.