Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐδείπνει δὲ πρὸς ἑσπέραν βαθεῖαν, ἔπινε δὲ θύσας τοῖς θεοῖς, ἐκύβευε δὲ πρὸς Μήδιον πυρέττων, ἔπαιζε δ᾽ ὁδοιπορῶν ἅμα καὶ μανθάνων τοξεύειν καὶ ἀποβαίνειν ἅρματος. ἔγημε δὲ Ῥωξάνην ἑαυτῷ μόνην ἐρασθείς: τὴν δὲ Δαρείου Στάτειραν τῇ βασιλείᾳ καὶ τοῖς πράγμασι συνέφερε γὰρ ἡ τῶν γενῶν ἀνάμιξις: τῶν δ᾽ ἄλλων Περσίδων ἐκράτησε τοσοῦτο σωφροσύνῃ, ὅσον ἀνδρείᾳ Περσῶν: ἄκουσαν μὲν γὰρ οὐκ εἶδεν, ἃς δ᾽ εἶδε μᾶλλον ἢ ἃς οὐκ εἶδε παρῆλθε. καὶ πᾶσιν ὢν τοῖς ἄλλοις φιλάνθρωπος, μόνοις ὑπερηφάνως τοῖς καλοῖς ἐχρῆτο. περὶ δὲ τῆς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.