δίκην ἐπράξατο τὸν τραγῳδόν, ὅτι τὴν ψυχὴν αὐτοῦ καθάπερ σίδηρον ἐμάλαξεν. Ἀρχελάῳ δὲ δοκοῦντι γλισχροτέρῳ περὶ τὰς δωρεὰς εἶναι Τιμόθεος ᾁδων ἐνεσήμαινε πολλάκις τουτὶ τὸ κομμάτιον 1
σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰνεῖς.2 ὁ δ᾽ Ἀρχέλαος οὐκ ἀμούσως ἀντεφώνησε ‘σὺ δὲ 3 γ᾽ αἰτεῖς’ ὁ δὲ τῶν Σκυθῶν βασιλεὺς; Ἀτέας 4 Ἰσμηνίαν τὸν αὐλητὴν λαβὼν αἰχμάλωτον, ἐκέλευσε παρὰ πότον αὐλῆσαι. θαυμαζόντων δὲ τῶν ἄλλων καὶ κροτούντων, αὐτὸς ὤμοσεν ἀκροᾶσθαι τοῦ ἵππου χρεμετίζοντος ἥδιον. οὕτω μακρὰν ἀπεσκηνώκει τὰ ὦτα τῶν [p. 428]