Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ σπάσαι μὲν ὥσπερ ἐκ ῥίζης τοῦ τραύματος βιαζομένοις οὐχ ὑπήκουεν ὁ σίδηρος, ἕδραν ἔχων τὰ πρὸ τῆς καρδίας στερεὰ τοῦ στήθους: ἐκπρῖσαι δὲ τοῦ δόνακος οὐκ ἐθάρρουν τὸ προῦχον, ἀλλ᾽ ἐφοβοῦντο, μήπως σπαραγμῷ σχιζόμενον τὸ ὀστέον ὑπερβολὰς ἀλγηδόνων παράσχῃ καὶ ῥῆξις αἵματος ἐκ βάθους γένηται. πολλὴν δ᾽ ἀπορίαν καὶ διατριβὴν [p. 454] ὁρῶν αὐτὸς ἐπεχείρησεν ἐν χρῷ τοῦ θώρακος ἀποτέμνειν τῷ ξιφιδίῳ τὸν οἰστόν: ἠτόνει δ᾽ ἡ χεὶρ καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.