Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἑαυτῆς πρὸς τὸ καλόν: οἱ δὲ φιλόσοφοι τῶν πολλῶν διαφέρουσι τῷ τὰς κρίσεις ἔχειν ἐρρωμένας παρὰ τὰ δεινὰ καὶ πεπηγυίας: ἐπεὶ οὐ μετὰ τῶν τοιούτων προλήψεων ‘εἷς οἰωνὸς 1 ἄριστος’ καὶ ‘πέρας μέν ἐστιν ἅπασιν ἀνθρώποις ὁ θάνατος.’ ἀλλὰ θραύουσιν οἱ καιροὶ παρὰ τὰ δεινὰ τοὺς λογισμούς, καὶ τὰς κρίσεις ἐκκρούουσιν 2 αἱ φαντασίαι τῶν κινδύνων ἐγγὺς γενομένων. ‘φόβος γάρ’ οὐ μόνον ‘μνήμην ἐκπλήττει’ κατὰ τὸν Θουκυδίδην, ἀλλὰ καὶ προαίρεσιν πᾶσαν καὶ φιλοτιμίαν καὶ ὁρμήν, εἰ μὴ 3 μηρίνθους φιλοσοφία περιτέθεικεν ... 4 [p. 426]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.