Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰς κοινωνίαν συνιοῦσι τοῖς μεγίστοις καὶ δυνατωτάτοις γένεσι, μιᾶς νυμφίος, πασῶν δὲ νυμφαγωγὸς ἅμα καὶ πατὴρ καὶ ἁρμοστὴς κατὰ ζυγὰ συνῆπτεν. ἡδέως γὰρ ἂν εἶπον 1 ‘ὦ βάρβαρε Ξέρξη καὶ ἀνόητε καὶ μάτην πολλὰ περὶ τὴν Ἑλλησποντίαν πονηθεὶς γέφυραν, οὕτως ἔμφρονες βασιλεῖς Ἀσίαν Εὐρώπῃ συνάπτουσιν, οὐ ξύλοις οὐδὲ σχεδίαις οὐδ᾽ ἀψύχοις καὶ ἀσυμπαθέσι δεσμοῖς, ἀλλ᾽ ἔρωτι νομίμῳ καὶ γάμοις σώφροσι καὶ κοινωνίαις παίδων τὰ γένη συνάπτοντες.’
πρὸς τοῦτον ἀποβλέπων τὸν κόσμον Ἀλέξανδρος οὐ τὴν ἐσθῆτα προσήκατο τὴν Μηδικήν, ἀλλὰ τὴν Περσικὴν πολλῷ τῆς Μηδικῆς εὐτελεστέραν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.