‘ εἶ’ εἶπεν ‘ὃς ὁρῶν με τὰς ἀλλοτρίας πόλεις τύπτοντα λέγεις περὶ δικαιοσύνης.’ Διονύσιος δ᾽ ὁ τύραννος ἐκέλευε τοὺς μὲν παῖδας ἀστραγάλοις τοὺς δ᾽ ἄνδρας ὅρκοις ἐξαπατᾶν. τοῖς δὲ Σαρδαναπάλου μνημείοις ἐπιγέγραπται
ταῦτ᾽ ἔχω ὅσσ᾽ ἔφαγον καὶ ἐφύβρισα. 1τίς οὐκ ἂν εἴποι τῶν ἀποφθεγμάτων τούτων τῷ μὲν ἀποφαίνεσθαι φιληδονίαν, τῷ δ᾽ ἀθεότητα, τῷ δ᾽ ἀδικίαν καὶ πλεονεξίαν; τῶν δ᾽ Ἀλεξάνδρου φωνῶν