Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὑπὸ σοῦ παρ᾽ ὃν ᾖδες χρόνον εὔφρανα κἀγώ σε ταῖς; ἐλπίσιν ὥστε τὸν μισθὸν ὧν ἔτερπες ἀπελάμβανες εὐθὺς ἀντιτερπόμενος.’ Ἀλέξανδρος δ᾽ ὁ Φεραίων τύραννος ἔδει δὲ τοῦτο μόνον αὐτὸν καλεῖσθαι καὶ μὴ καταισχύνειν τὴν ἐπωνυμίαν, θεώμενος τραγῳδὸν ἐμπαθέστερον ὑφ᾽ ἡδονῆς διετέθη πρὸς τὸν οἶκτον. ἀναπηδήσας οὖν ἐκ τοῦ θεάτρου θᾶττον ἢ βάδην ἀπῄει, δεινὸν εἶναι λέγων, εἰ τοσούτους ἀποσφάττων πολίτας ὀφθήσεται τοῖς Ἑκάβης καὶ Πολυξένης πάθεσιν ἐπιδακρύων. οὗτος μὲν οὖν μικροῦ καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.