Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐφλέγμαινε, Περδίκκαις καὶ Μελεάγροις καὶ Σελεύκοις καὶ Ἀντιγόνοις, ὥσπερ πνεύμασι θερμοῖς ἔτι καὶ σφυγμοῖς διᾴττουσι καὶ διαφερομένοις τέλος δ᾽ ἀπομαραινομένη καὶ φθίνουσα περὶ αὑτὴν 1 οἷον εὐλὰς τινας ἀνέζεσεν ἀγεννῶν βασιλέων καὶ ἡγεμόνων ψυχορραγούντων. αὐτὸς μὲν οὖν ταῦθ᾽ ὡς ἔοικεν Ἡφαιστίωνι διενεχθέντι πρὸς; κρατερὸν ἐπιτιμῶν ‘τίς δ᾽’ εἶπεν ‘ἡ σὴ δύναμις ἢ πρᾶξις, ἄν σού τις ἀφέλῃ τὸν Ἀλέξανδρον’ ἐγὼ δὲ τοῦτ᾽ εἰπεῖν πρὸς τὴν τότε Τύχην οὐκ ὀκνήσω ‘τί σου τὸ μέγεθος, τίς δ᾽ ἡ δόξα, ποῦ δ᾽ ἡ δύναμις, ποῦ δὲ τὸ ἀνίκητον, ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.