Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὴν θάλατταν: Ἀλεξάνδρου δ᾽ ἐν Ὀξυδράκαις τὸ δεινὸν ἐκεῖνο πήδημα καὶ ἄπιστον ἀκούουσι καὶ θεωμένοις φοβερόν, ἐκ τειχῶν ἀφέντος ἑαυτὸν εἰς τοὺς πολεμίους δόρασι καὶ βέλεσι καὶ ξίφεσι γυμνοῖς ἐκδεχομένους, τίνι ἄν τις εἰκάσειεν ἢ πυρὶ κεραυνίῳ ῥαγέντι καὶ φερομένῳ μετὰ πνεύματος, οἷον ἐπὶ γῆν κατέσκηψε ‘φάσμα Φοίβου φλογοειδέσιν ὅπλοις’ περιλαμπόμενον; οἱ δὲ τὸ πρῶτον ἐκπλαγέντες ἅμα φρίκῃ διέτρεσαν καὶ ἀνεχώρησαν εἶθ᾽ ὡς ἑώρων ἄνθρωπον ἕνα πολλοῖς ἐπιφερόμενον, ἀντέστησαν. ἐνταῦθ᾽ ἄρ᾽ ἡ Τύχη μεγάλα καὶ λαμπρὰ διέφηνεν ἔργα τῆς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.