ἂν ἀφέλῃς τὸ διάδημα καὶ τὸν Ἄμμωνα καὶ τὴν εὐγένειαν, Σωκράτους ἢ Πλάτωνος ἢ Πυθαγόρου σοι φανοῦνται. μὴ γὰρ ἃς οἱ ποιηταὶ ταῖς εἰκόσιν αὐτοῦ καὶ τοῖς ἀνδριᾶσι μεγαληγορίας ἐπεχάραττον, οὐ τῆς μετριότητος ἀλλὰ τῆς δυνάμεως τῆς Ἀλεξάνδρου στοχαζόμενοι, σκοπῶμεν: [p. 420]
αὐδασοῦντι δ᾽ ἔοικεν ὁ χάλκεος εἰς Δία λεύσσων,καὶ ‘Ἀλέξανδρος ἐγὼ Διὸς μὲν υἱός ... 2 ’ ταῦτα μὲν οὖν, ὡς ἔφην, οἱ ποιηταὶ κολακεύοντες αὐτοῦ τὴν τύχην προσεῖπον: τῶν δ᾽ ἀληθινῶν ἀποφθεγμάτων Ἀλεξάνδρου πρῶτον ἄν τις τὰ παιδικὰ διέλθοι
1 γᾶν ὑπ᾽ ἐμοὶ τίθεμαι: Ζεῦ, σὺ δ᾽ Ὄλυμπον ἔχε.'