Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἄν σού τις ἀφέλῃ τὸν Ἀλέξανδρον’ τουτέστιν ‘ἂν σού τις ἀφέλῃ τῶν ὅπλων τὴν ἐμπειρίαν, τοῦ πλούτου τὴν φιλοτιμίαν, τῆς πολυτελείας τὴν ἐγκράτειαν, ὧν ἀγωνίζῃ τὸ θάρσος, ἐν οἷς κρατεῖς τὴν πραότητα; ποίησον ἄλλον εἰ δύνασαι μέγαν, τοῖς χρήμασι μὴ [p. 435] χαριζόμενον, τοῖς στρατεύμασι μὴ προκινδυνεύοντα, τοὺς: φίλους μὴ τιμῶντα, τοὺς αἰχμαλώτους μὴ ἐλεοῦντα, ταῖς ἡδοναῖς μὴ σωφρονοῦντα, τοῖς καιροῖς μὴ ἀγρυπνοῦντα, ταῖς νίκαις μὴ εὐδιάλλακτον, τοῖς κατορθώμασι μὴ φιλάνθρωπον. τίς μέγας ἐν ἐξουσίαις μετ᾽ ἀβελτερίας 1 καὶ μοχθηρίας; ἄφελε τὴν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.