Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πεσεῖν ἀπ᾽ ἐλπίδος μεγάλης . οὕτω Πελοπίδας καὶ Ἐπαμεινώνδας ἀρετῆς ὁ τούτων θάνατος ἦν, οὐ δυστυχίας ἐπὶ τηλικούτοις. τῆς δὲ νῦν ἐξεταζομένης Τύχης οἷον τὸ ἔργον; ἐν ἐσχατιᾷ 1 βαρβάρου παραποταμίας καὶ τείχεσιν ἀδόξου πολίχνης περιβαλούσης καὶ ἀποκρυψάσης τὸν τῆς οἰκουμένης βασιλέα καὶ κύριον, ὅπλοις ἀτίμοις καὶ σκεύεσι τοῖς παρατυχοῦσι τυπτόμενον καὶ βαλλόμενον ἀπολέσθαι. καὶ γὰρ κοπίδι τὴν κεφαλὴν διὰ τοῦ κράνους ἐπλήγη, καὶ βέλει τις ἀπὸ τόξου τὸν θώρακα διέκοψεν, οὗ τοῖς περὶ τὸν μαστὸν 2 ἐνερεισθέντος ὀστέοις καὶ καταπαγέντος ὁ μὲν καυλὸς: ἐξεῖχε βαρύνων, τῆς δ᾽ ἀκίδος ὁ σίδηρος τεσσάρων δακτύλων εὖρος ἔσχε καὶ πέντε μῆκος. ἔσχατον δὲ τῶν δεινῶν, ὁ μὲν ἠμύνετο τοὺς κατὰ στόμα καὶ τὸν βαλόντα καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.