Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅθεν οὐκ ἐν τῇ κτήσει τῶν ἀγαθῶν ἀλλ᾽ ἐν τῇ χρήσει τὸ μέγ᾽ ἐστίν, ἐπεὶ καὶ νήπια βρέφη κληρονομεῖ βασιλείας πατρῴας καὶ ἀρχάς, ὡς Χάριλλος, ὃν Λυκοῦργος ἅμα τῷ σπαργάνῳ κομίσας εἰς τὸ φιδίτιον ἀνθ᾽ ἑαυτοῦ βασιλέα τῆς Σπάρτης ἀνηγόρευσε: καὶ οὐκ ἦν μέγας ὁ νήπιος, ἀλλ᾽ ὁ τῷ νηπίῳ τὸ πατρῷον ἀποδοὺς γέρας καὶ μὴ σφετερισάμενος μηδ᾽ ἀποστερήσας. Ἀριδαῖον δὲ τίς ἂν ἐποίησε μέγαν, ὃν οὐδὲν νηπίου διαφέροντα μονονοὺ 1 σπαργανώσας τῇ πορφύρᾳ Μελέαγρος εἰς τὸν Ἀλεξάνδρου θρόνον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.