Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄθλους πλὴν ὁ Διὸς Ἡρακλῆς; ἀλλ᾽ ἐκείνῳ μὲν εἷς ἀνὴρ ὑβριστὴς ἐπέταττε λέοντας αἱρεῖν καὶ κάπρους διώκειν καὶ σοβεῖν ὄρνιθας: ἵνα μὴ σχολάζῃ τοῖς μείζοσι περιιών, Ἀνταίους κολάζειν καὶ Βουσίριδας παύειν μιαιφονοῦντας: Ἀλεξάνδρῳ δ᾽ ἐπέταττε μὲν ἡ ἀρετὴ τὸν βασιλικὸν καὶ θεῖον ἆθλον, οὗ τέλος ἦν οὐ χρυσὸς ὑπὸ μυρίων καμήλων περικομιζόμενος οὐδὲ τρυφαὶ Μηδικαὶ καὶ τράπεζαι καὶ γυναῖκες οὐδὲ Χαλυβώνιος 1 οἶνος οὐδ᾽ Ὑρκανικοὶ ἰχθύες, ἀλλ᾽ ἑνὶ κόσμῳ κοσμήσαντα πάντας ἀνθρώπους
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.