ὥστ᾽ εἰπεῖν ‘νῦν Βυζάντιοι πρὸς ἐμὲ ἣκουσιν, ὅτε τῇ λόγχῃ τοῦ οὐρανοῦ ἅπτομαι’ παρὼν δὲ Πασιάδης ὁ Βυζάντιος ‘ὑπάγωμεν’ ἔφη ‘μὴ τῇ ἐπιδορατίδι τὸν οὐρανὸν τρυπήσῃ’ καίτοι 1 τί ἂν περὶ τούτων λέγοι τις, οἷς ἐξῆν δι᾽ Ἀλέξανδρον μέγα φρονεῖν, ὅπου καὶ Κλέαρχος; Ἡρακλείας τύραννος γενόμενος σκηπτὸν ἐφόρει, καὶ τῶν υἱῶν ἕνα Κεραυνὸν ὠνόμασε; Διονύσιος δ᾽ Ἀπόλλωνος; υἱὸν ἑαυτὸν ὠνόμασεν, ἐπιγράψας
Δωρίδος ἐκ μητρὸς Φοίβου κοινώμασι βλαστών.2 ὁ δὲ πατὴρ αὐτοῦ τῶν μὲν πολιτῶν μυρίους ἢ καὶ πλείους ἀνελών, προδοὺς δὲ τὸν ἀδελφὸν ὑπὸ φθόνου τοῖς πολεμίοις, οὐκ ἀναμείνας δὲ τὴν μητέρα γραῦν