Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κεναὶ δ᾽ ἔξωθεν προσδρομαὶ 1 καὶ ἀλαλαγμοὶ Μακεδόνων, οὐ μηχανῆς τινος οὐκ ὀργάνων παρόντων, ἀλλ᾽ ὑπὸ σπουδῆς ξίφεσι τυπτόντων τὰ τείχη καὶ χερσὶ γυμναῖς περιρρῆξαι 2 καὶ μονονοὺ διαφαγεῖν βιαζομένων. ὁ δ᾽ εὐτυχὴς βασιλεὺς καὶ ὑπὸ τῆς Τύχης φυλαττόμενος ἀεὶ καὶ δορυφορούμενος, ὥσπερ θηρίον ἄρκυσιν ἐνσχεθείς, ἔρημος καὶ 3 ἀβοήθητος, οὐχ ὑπὲρ Σούσων οὐδὲ Βαβυλῶνος οὐδὲ τοῦ 4 Βάκτρα λαβεῖν οὐδὲ τοῦ μεγάλου 5 Πώρου κρατῆσαι: τοῖς γὰρ ἐνδόξοις καὶ μεγάλοις ἀγῶσι, κἂν δυστυχῶνται, τὸ
2 περιρρῆξαι Abreschius: παραρρῆξαι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.