Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μὲν οὖν Κράτης ἰδὼν χρυσῆν εἰκόνα Φρύνης τῆς ἑταίρας ἑστῶσαν ἐν Δελφοῖς ἀνέκραγεν, ὅτι τοῦτο τῆς τῶν Ἑλλήνων ἀκρασίας τρόπαιον ἕστηκε τὸν δὲ Σαρδαναπάλου βίον ἄν τις ἢ τάφον οὐδὲν γάρ, οἶμαι, διαφέρει θεασάμενος εἴποι τοῦτο τῶν τῆς τύχης ἀγαθῶν τρόπαιον εἶναι. τί οὖν; ἐάσωμεν τὴν Τύχην Ἀλεξάνδρου μετὰ Σαρδανάπαλον ἅψασθαι καὶ τοῦ μεγέθους ἐκείνου καὶ τῆς δυνάμεως ἀντιποιεῖσθαι; τί γὰρ αὐτῷ πλέον ἔδωκεν ὧν οἱ λοιποὶ βασιλεῖς ἔλαβον παρ᾽ αὐτῆς; ὅπλων, ἵππων, βελῶν, χρημάτων,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.