Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ συνήθεσιν ἐξεπράυνε διαίταις καὶ κατέστελλεν, οἰκειούμενος αὐτῶν τὸ δύσθυμον καὶ παρηγορῶν τὸ σκυθρωπόν, ἐγκαλοῦσιν, οὐχὶ θαυμάζουσι τὴν σοφίαν, ὅτι τῷ τυχόντι μετασχηματισμῷ τὴν Ἀσίαν ἐδημαγώγησε, τοῖς μὲν ὅπλοις τῶν σωμάτων ἐπικρατήσας, τῇ δ᾽ ἐσθῆτι τὰς ψυχὰς προσαγαγόμενος; καίτοι γ᾽ Ἀρίστιππον θαυμάζουσι τὸν Σωκρατικόν, ὅτι καὶ τρίβωνι λιτῷ καὶ Μιλησίᾳ χλανίδι 1 χρώμενος δι᾽ ἀμφοτέρων ἐτήρει τὸ εὔσχημον Ἀλεξάνδρῳ δ᾽ ἐγκαλοῦσιν, ὅτι τὴν πάτριον ἐσθῆτα κοσμῶν οὐδὲ τὴν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.