Click on a word to bring up parses, dictionary entries, and frequency statistics
νόμον κεῖσθαι λογιζόμενος, ὥστ᾽ εἰπεῖν Ὅμηρον, ὅτι τῷ αὐτῷ μέτρῳ τὴν μὲν Ἀγαμέμνονος ἀνδραγαθίαν κεκόσμηκε, τὴν δ᾽ Ἀλεξάνδρου μεμάντευται. διαβὰς τοίνυν τὸν Ἑλλήσποντον ἐθεᾶτο τὴν Τροίαν, ἀνατυπούμενος τὰς ἡρωικὰς πράξεις καί τινος αὐτῷ τῶν ἐγχωρίων ὑποσχομένου τὴν Πάριδος λύραν εἰ βούλοιτο δώσειν, ‘οὐδέν’ ἔφη ‘τῆς ἐκείνου δέομαι: τὴν γὰρ Ἀχιλλέως κέκτημαι, πρὸς ἣν ἐκεῖνος ἀνεπαύετο ‘ἄειδε δ᾽ ἄρα κλέα ἀνδρῶν’ ἡ δὲ Πάριδος πάντως μαλακήν τινα καὶ θήλειαν ἁρμονίαν ἐρωτικοῖς ἔψαλλε μέλεσι’ φιλοσόφου τοίνυν ἐστὶ ψυχῆς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.