Click on a word to bring up parses, dictionary entries, and frequency statistics
βάρβαρα κολαστήρια θαλάσσης, ἀλλὰ τὰ μὲν ἐκτὸς ἐν ὀλίγοις ὅπλοις φιλοτιμία πολλὴ καὶ ζῆλος ἡλικίας παραλλήλου καὶ ἅμιλλα περὶ δόξης καὶ ἀρετῆς ἑταίρων: αὐτὸς δ᾽ εἶχεν ἐν ἑαυτῷ τὰς μεγάλας ἐλπίδας, εὐσέβειαν περὶ θεοὺς πίστιν πρὸς φίλους, εὐτέλειαν ἐγκράτειαν εὐποιίαν, ἀφοβίαν πρὸς θάνατον εὐψυχίαν, φιλανθρωπίαν ὁμιλίαν εὐάρμοστον, ἀψευδὲς ἦθος εὐστάθειαν ἐν βουλαῖς τάχος ἐν πράξεσιν, ἔρωτα 1 δόξης προαίρεσιν ἐν τῷ καλῷ τελεσιουργόν. Ὅμηρος μὲν γὰρ οὐ πρεπόντως οὐδὲ πιθανῶς τὸ Ἀγαμέμνονος κάλλος ἐκ τριῶν συνήρμοσεν εἰκόνων ὁμοιώσας,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.