Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοσούτῳ μᾶλλον αὔξει τὴν ἀρετήν, δι᾽ ἣν ἄξιος τῆς Τύχης ἐγένετο: οὐ μὴν ἀλλ᾽ ἤδη πρὸς τὰ πρῶτα τῆς αὐξήσεως αὐτοῦ καὶ τὰς ἀρχὰς τῆς δυνάμεως βαδίζω, καὶ σκοπῶ τί τὸ τῆς Τύχης ἔργον ἐν ἐκείνοις γέγονε, δι᾽ ὅ φασιν Ἀλέξανδρον ὑπὸ τῆς Τύχης μέγαν γεγονέναι. πῶς γὰρ οὐχί τὸν ἄτρωτον, ὦ Ζεῦ, τὸν ἀναίμακτον, τὸν ἀστράτευτον, ὃν 1 χρεμετίσας ἵππος εἰς τὸν Κύρου θρόνον ἐκάθισεν, ὡς Δαρεῖον τὸν ' Ὑστάσπου πρότερον; ἢ κολακευθεὶς ἀνὴρ ὑπὸ τῆς γυναικός, ὡς Ξέρξην Δαρεῖος ὑπ᾽ Ἀτόσσης; ἐπὶ θύρας; αὐτῷ τὸ διάδημα τῆς βασιλείας ἦλθεν, ὥσπερ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.