Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῦ δικαίου δ᾽ ἡττᾶσθαι. κωμῳδοὶ δ᾽ ἦσαν οἱ περὶ Λύκωνα τὸν Σκαρφέα: τούτῳ δ᾽ εἴς τινα κωμῳδίαν ἐμβαλόντι στίχον αἰτητικὸν γελάσας ἔδωκε δέκα τάλαντα. κιθαρῳδοὶ δ᾽ ἄλλοι τε καὶ Ἀριστόνικος, ὃς ἐν μάχῃ τινὶ προσβοηθήσας ἔπεσε λαμπρῶς ἀγωνισάμενος. ἐκέλευσεν οὖν αὐτοῦ γενέσθαι καὶ σταθῆναι χαλκοῦν ἀνδριάντα Πυθοῖ, κιθάραν ἔχοντα καὶ δόρυ προβεβλημένον, οὐ τὸν ἄνδρα τιμῶν μόνον, ἀλλὰ καὶ μουσικὴν κοσμῶν ὡς ἀνδροποιὸν καὶ μάλιστα δὴ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.