Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀγαθῶν βασιλέων ἑταῖροι 1 προαποθνήσκουσιν ἑκουσίως καὶ προκινδυνεύουσιν, ἀλλ᾽ ἔρωτι τῆς Ἀρετῆς ὥσπερ ὑπὸ φίλτρων μέλιτται τῷ ἄρχοντι προσέρχονται καὶ προσπεφύκασι. τίς οὖν οὐκ ἂν εἴποι τότε παρὼν ἀκίνδυνος θεατής, ὅτι Τύχης μέγαν ἀγῶνα καὶ Ἀρετῆς θεᾶται, καὶ τὸ μὲν βάρβαρον παρ᾽ ἀξίαν ἐπικρατεῖ διὰ Τύχην, τὸ δ᾽ Ἑλληνικὸν ἀντέχει παρὰ δύναμιν δι᾽ Ἀρετήν; κἂν μὲν ἐκεῖνοι περιγένωνται, τύχης καὶ δαίμονος φθονεροῦ καὶ νεμέσεως ἔσται τὸ ἔργον ἂν δ᾽ οὗτοι κρατήσωσιν, Ἀρετὴ καὶ τόλμα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.