Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τοξεύμασι τὸ τῆς κνήμης ὀστέον διεσχίσθην: τὰ λοιπὰ δ᾽ Ἰνδῶν πληγαὶ καὶ βίαι θυμῶν: 1 ἐν Ἀσπασίοις 2 ἐτοξεύθην τὸν ὦμον, ἐν δὲ Γανδρίδαις τὸ σκέλος: ἐν δὲ Μαλλοῖς βέλει μὲν ἀπὸ τόξου τὸ στέρνον ἐνερεισθέντι καὶ καταδύσαντι τὸν σίδηρον, ὑπέρου δὲ πληγῇ παρὰ τὸν τράχηλον, ὅτε προστεθεῖσαι τοῖς τείχεσιν αἱ κλίμακες ἐκλάσθησαν ἐμὲ δ᾽ ἡ Τύχη μόνον συνεῖρξεν οὐδὲ λαμπροῖς ἀνταγωνισταῖς [p. 411] , ἀλλὰ βαρβάροις ἀσήμοις χαριζομένη τηλικοῦτον ἔργον: εἰ δὲ μὴ Πτολεμαῖος ὑπερέσχε τὴν πέλτην, Λιμναῖος δὲ πρὸ ἐμοῦ μυρίοις ἀπαντήσας βέλεσιν ἔπεσεν, ἤρειψαν δὲ θυμῷ καὶ βίᾳ Μακεδόνες ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.