Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐνταῦθα δὲ τῶν πραγμάτων ὄντων ὁ
νέος ἀφικνεῖται Καῖσαρ εἰς Ῥώμην, ἀδελφιδῆς
μὲν ὢν τοῦ τεθνηκότος υἱός, ὡς εἴρηται,
κληρονόμος δὲ τῆς οὐσίας ἀπολελειμμένος, ἐν
Ἀπολλωνία δὲ διατρίβων ὑφ᾽ ὃν χρόνον ἀνῄρητο
Καῖσαρ. οὗτος εὐθὺς Ἀντώνιον, ὡς δὴ πατρῷον
φίλον, ἀσπασάμενος τῶν παρακαταθηκῶν ἐμέμνητο.
καὶ γὰρ ὤφειλε Ῥωμαίων ἑκάστῳ δραχμὰς
ἑβδομήκοντα πέντε δοῦναι, Καίσαρος ἐν ταῖς
διαθήκαις γράψαντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.