Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὁ δὲ πεμφθεὶς Δέλλιος, ὡς
εἶδε τὴν ὄψιν καὶ κατέμαθε τὴν ἐν τοῖς λόγοις
δεινότητα καὶ πανουργίαν, εὐθὺς αἰσθόμενος ὅτι
κακὸν μὲν οὐδὲ μελλήσει τι ποιεῖν γυναῖκα τοιαύτην
Ἀντώνιος, ἔσται δὲ μεγίστη παρ᾽ αὐτῷ, τρέπεται
πρὸς τὸ θεραπεύειν καὶ προτρέπεσθαι τὴν
Αἰγυπτίαν, τοῦτο δὴ τὸ Ὁμηρικόν, ἐλθεῖν εἰς
Κιλικίαν εὖ ἐντύνασαν ἓ αὐτὴν καὶ μὴ φοβεῖσθαι
τὸν Ἀντώνιον, ἥδιστον ἡγεμόνων ὄντα καὶ φιλανθρωπότατον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.