Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀπέθανον δὲ τρισχιλίων οὐκ ἐλάττους,
ἐκομίσθησαν δὲ ἐπὶ σκηνὰς τραυματίαι πεντακισχίλιοι:
καὶ Γάλλος ἦν ἐν τούτοις, τέτταρσιν
ἐναντίοις διαπεπαρμένος τοξεύμασιν. ἀλλ᾽ οὗτος
μὲν ἐκ τῶν τραυμάτων οὐκ ἀνήνεγκε, τοὺς δ᾽
ἄλλους περιϊὼν ὁ Ἀντώνιος ἐπεσκόπει καὶ παρεθάρρυνε
δεδακρυμένος καὶ περιπαθῶν. οἱ δὲ
φαιδροὶ τὴς δεξιᾶς αὐτοῦ λαμβανόμενοι παρεκάλουν
ἀπιόντα θεραπεύειν αὑτὸν καὶ μὴ κακοπαθεῖν,
αὐτοκράτορα καλοῦντες, καὶ σώζεσθαι λέγοντες
ἂν ἐκεῖνος ὑγιαίνῃ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.