Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκ τούτου μαθὼν ὁ Ἀντώνιος ὃ ποιεῖν
ἔδει, πολλοῖς ἀκοντισταῖς καὶ σφενδονήταις οὐ
μόνον τὴν οὐραγίαν, ἀλλὰ καὶ τὰς πλευρὰς ἑκατέρας
στομώσας ἐν πλαισίῳ τὸν στρατὸν ἦγε, καὶ
τοῖς ἱππόταις εἴρητο προσβάλλοντας τρέπεσθαι,
τρεψαμένους δὲ μὴ πόρρω διώκειν, ὥστε τοὺς
Πάρθους τὰς ἐφεξῆς τέσσαρας ἡμέρας οὐθὲν πλέον
δράσαντας ἢ παθόντας ἀμβλυτέρους γεγονέναι
καὶ τὸν χειμῶνα ποιουμένους πρόφασιν ἀπιέναι
διανοεῖσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.