Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
τοῖς
δὲ Πάρθοις παρακεκριμένοις λόγου κρείττων ἡ
τάξις ἐφαίνετο τῶν Ῥωμαίων, καὶ κατεθεῶντο
παρεξιόντας ἐν διαστήμασιν ἴσοις ἀθορύβως καὶ
σιωπῇ τοὺς ὑσσοὺς κραδαίνοντας. ὡς δὲ τὸ
σημεῖον ἤρθη καὶ προσεφέροντο μετὰ κραυγῆς
ἐπιστρέψαντες οἱ ἱππεῖς, τούτους μὲν ἠμύνοντο
δεξάμενοι, καίπερ εὐθὺς ἐντὸς τοξεύματος γενομένους,
τῶν δὲ ὁπλιτῶν συναπτόντων ἅμα βοῇ
καὶ πατάγῳ τῶν ὅπλων, οἵ τε ἵπποι τοῖς
Πάρθοις ἐξίσταντο ταρβοῦντες καὶ αὐτοὶ πρὶν εἰς
χεῖρας ἐλθεῖν ἔφευγον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.