Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐπεὶ
δὲ καταβαίνουσιν αὐτοῖς ἀπὸ λόφων τινῶν ἐπικλινῶν
ἐπέθεντο καὶ βραδέως ὑπεξάγοντας ἔβαλλον,
ἐπιστρέψαντες οἱ θυρεοφόροι συνέκλεισαν
εἴσω τῶν ὅπλων τοὺς ψιλούς, αὐτοὶ δὲ καθέντες
εἰς γόνυ προὐβάλοντο τοὺς θυρεούς: οἱ δὲ ὄπισθεν
ὑπερέσχον αὐτῶν τὰ ὅπλα κἀκείνων ὁμοίως ἕτεροι.
τὸ δὲ σχῆμα παραπλήσιον ἐρέψει γινόμενον ὄψιν
τε θεατρικὴν παρέχει, καὶ τῶν προβλημάτων
στεγανώτατόν ἐστι πρὸς τοὺς ὀϊστοὺς ἀπολισθαίνοντας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.